Pausanias 9.25.3
διαβᾶσιν οὖν τὴν Δίρκην οἰκίας τε ἐρείπια τῆς Πινδάρου καὶ μητρὸς Δινδυμήνης ἱερόν, Πινδάρου μὲν ἀνάθημα, τέχνη δὲ τὸ ἄγαλμα Ἀριστομήδους τε καὶ Σωκράτους Θηβαίων. μιᾶι δὲ ἐφ᾽ ἑκάστων ἐτῶν ἡμέραι καὶ οὐ πέρα τὸ ἱερὸν ἀνοίγειν νομίζουσιν· ἐμοὶ δὲ ἀφικέσθαι τε ἐξεγεγόνει τὴν ἡμέραν ταύτην καὶ τὸ ἄγαλμα εἶδον λίθου τοῦ Πεντελῆσι καὶ αὐτὸ καὶ τὸν θρόνον.
Crossing the river Dirce then there are the ruins of the house of Pindar and a temple of the Mother Dindymene. The votive offering was set up by Pindar, but the crafting of the statue belongs to Aristomedes and Socrates from Thebes. One day alone each year and not any more they customarily open the temple. As it turns out I arrived on that day and I saw the statue of Pentelic marble and the throne too.
Relevant guides | Pindar |
---|